Γιαννακόπουλος Ἰωήλ (Ἀρχιμανδρίτης)
Ἡ γενεαλογία τοῦ Χριστοῦ Ματθ. α”, 1-17. Λουκ. γ”, 23-38
Κείμενον Ματθαίου. «Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυῒδ υἱοῦ Ἀβραάμ. Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ. Ἰούδας δὲ ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ, Φαρὲς δὲ ἐγέννησε τὸν Ἐσρώμ, Ἐσρὼμ δὲ ἐγέννησε τὸν Ἀράμ, Ἀρὰμ δὲ ἐγέννησε τὸν Ἀμιναδάβ, Ἀμιναδὰβ δὲ ἐγέννησε τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησε τὸν Σαλμών, Σαλμὼν δὲ ἐγέννησε τὸν Βοὸζ ἐκ τῆς Ραχάβ, Βοὸζ δὲ ἐγέννησε τὸν Ὠβὴδ ἐκ τῆς Ρούθ, Ὠβὴδ δὲ ἐγέννησε τὸν Ἰεσσαί, Ἰεσσαὶ δὲ ἐγέννησε τὸν Δαυῒδ τὸν Βασιλέα, Δαυῒδ δὲ ὁ Βασιλεὺς ἐγέννησε τὸν Σολομῶντα ἐκ τῆς Οὐρίου, Σολομὼν δὲ ἐγέννησε τὸν Ροβοάμ, Ροβοὰμ δὲ ἐγέννησε τὸν Ἀβιά, Ἀβιὰ δὲ ἐγέννησε τὸν Ἀσά, Ἀσὰ δὲ ἐγέννησε τὸν Ἰωσαφάτ, Ἰωσαφὰτ δὲ ἐγέννησε τὸν Ἰωράμ, Ἰωρὰμ δὲ ἐγέννησε τὸν Ὀζίαν, Ὀζίας δὲ ἐγέννησε τὸν Ἰωάθαμ, Ἰωάθαμ δὲ ἐγέννησε τὸν Ἄχαζ, Ἄχαζ δὲ ἐγέννησε τὸν Ἐζεκίαν, Ἐζεκίας δὲ ἐγέννησε τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησε τὸν Ἀμών, Ἀμὼν δὲ ἐγέννησε τὸν Ἰωσίαν, Ἰωσίας δὲ ἐγέννησε τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος. Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησε τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβάβελ, Ζοροβάβελ δὲ ἐγέννησε τὸν Ἀβιούδ, Ἀβιοὺδ δὲ ἐγέννησε τὸν Ἐλιακείμ, Ἐλιακεὶμ δὲ ἐγέννησε τὸν Ἀζώρ, Ἀζὼρ δὲ ἐγέννησε τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησε τὸν Ἀχείμ, Ἀχεὶμ δὲ ἐγέννησε τὸν Ἐλιούδ, Ἐλιοὺδ δὲ ἐγέννησε τὸν Ἐλεάζαρ, Ἐλεάζαρ δὲ ἐγέννησε τὸν Ματθάν, Ματθὰν δὲ ἐγέννησε τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰωσὴφ τὸν ἄνδρα τῆς Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος Χριστός. Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυῒδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπό τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες.»
Παρατηρήσεις
Συγκρίνοντες τὰς γενεαλογίας τῶν δύο Εὐαγγελιστῶν Ματθαίου καὶ Λουκᾶ εὑρίσκομεν τὰς κάτωθι διαφοράς.
1) Ὁ εὐαγγελιστὴς Ματθαῖος γενεαλογεῖ τὸν Χριστὸν μέχρι τοῦ Ἀβραάμ, ἐνῶ ὁ εὐαγγελιστὴς Λουκᾶς φθάνει μέχρι τοῦ Ἀδάμ. Τοῦτο γίνεται, διότι ὁ μὲν Ματθαῖος ἀπευθυνόμενος πρὸς τοὺς Ἑβραίους θέλει νὰ ἀποδείξῃ, «ὅτι ὁ Χριστὸς εἶναι ὁ ἀναμενόμενος Μεσσίας, ὡς καταγόμενος ἐκ τοῦ Ἀβραὰμ καὶ τοῦ Δαυῒδ συμφώνως πρὸς τοὺς προφήτας. Ὁ δὲ Λουκᾶς γενεαλογεῖ τὸν Χριστὸν μέχρι τοῦ Ἀδάμ, διότι ἀπευθυνόμενος πρὸς ὅλους τοὺς ἀνθρώπους θέλει νὰ παρουσίασῃ τὸν Χριστὸν ὡς λυτρωτὴν ὁλοκλήρου τῆς ἀνθρωπότητος, ἡ ὁποία κατάγεται ἐκ τοῦ Ἀδάμ.