ΜΗΝΥΜΑ

ΓΙΑ ΚΗΡΥΓΜΑΤΑ ΤΩΝ ΚΥΡΙΑΚΩΝ, ΕΟΡΤΩΝ ΚΑΙ ΑΓΙΩΝ ΔΕΙΤΕ ΤΙΣ ΕΤΙΚΕΤΕΣ ΑΡΙΣΤΕΡΑ

Δευτέρα 1 Αυγούστου 2022

 Τα εγκώμια της κοιμήσεως της Θεοτόκου

π. Βαρνάβας Βασιλείου

Στάσις Πρώτη

Ἡ Ἁγνὴ ἐν τάφῳ, κατετέθης βαβαί, ἡ Θεὸν ἐν τῇ γαστρί Σου χωρήσασα καὶ κυήσασα ἀφράστως ἐπὶ γῆς.

Μαριὰμ πῶς θνήσκεις, πῶς τῷ τάφω οἰκεῖς, τῆς ζωῆς τὸν χορηγὸν ἡ γεννήσασα, τοὺς νεκροὺς ἑξαναστήσαντα φθορᾶς;

Μέτρα γῆς ὁ στήσας, Θεὸς Λόγος, ἁγνή, χωρητὸς τῇ Σῇ νηδὺϊ ἐγένετο· πῶς ἐν τάφῳ σμικροτάτῳ Σὺ χωρεῖς;

Τὸν ὡραῖον κάλλει, παρὰ πάντας βροτούς, ἡ γεννήσασα ἀνείδεος φαίνεται, ὑποκύπτουσα θεσμοῖς τοῖς φυσικοῖς.

Διά Σοῦ ὁ Ἅδης, ἐγυμνώθη, Σεμνή, καὶ ἡμεῖς δόξαν Θεοῦ ἐνεδύθημεν· πῶς οὖν κύπτεις τοῖς τῆς φύσεως θεσμοῖς;

Διά Σοῦ τὸ κέντρον, τοῦ θανάτου, Σεμνή, συνετρίβη καὶ φθορᾶς ἀπηλλάγημεν· πῶς οὖν θνήσκεις καὶ λογίζῃ ἐν νεκροῖς;

Χώραν ἀχωρήτου, τοῦ Θεοῦ Μαριάμ, χρηματίσασαν καὶ Ἅγιον τέμενος, νῦν καλύπτει Σὲ ἀγρὸς Γεθσημανῆς.

Ὑπό γῆν κατῆλθες, ἐπὶ γῆς τὸν Χριστὸν, ἡ κυήσασα ὡς βρέφος, θεόνυμφε, ἵνά σώσῃ ἐκ θανάτου τοὺς βροτούς.

Ἀπορεῖ καὶ φύσις, καὶ πληθὺς νοερά, τὸν ἐν Σοί, Παρθενομῆτορ μυστήριον, τῆς ἐνδόξου καὶ ἀῤῥήτου Σου ταφῆς.

Ὤ θαυμάτων ξένων, ὢ πραγμάτων καινῶν! ἡ πνοῆς μου τὸν δοτῆρα κυήσασα, ἄπνους κεῖται καὶ κηδεύεται νεκρά.

Ἀποστὸλων δῆμος, θεαρχίῳ βουλῇ, πρὸς Σὲ ἣκει μεταρσίως αἰρόμενος, τοῦ κηδεῦσαί Σου τὸ σῶμα τὸ σεπτὸν.

Νοερῶν συντρέχει, στρατιῶν ἡ πληθύς, Ἀποστὸλοις σὺν Ἁγίοις κηδεῦσαι Σέ τὴν Πανάχραντον Μητέρα τοῦ Θεοῦ.

Ἐξουσίαι, Θρόνοι, Χερουβείμ, Σεραφείμ, Κυριότητες, Ἀρχαὶ σὺν Δυνάμεσι, τὴν Σὴν κοίμησιν ὑμνοῦσιν εὐλαβῶς.

Θνήσκεις νεκρωθεῖσα, ἀνθρώπινῳ θεσμῷ ἡ τῆς φύσεως τοὺς ὅρους νικήσασα, τῷ Σῷ τὸκῳ Μητροπάρθενε Ἁγνή.

Νοεραὶ Σε τάξεις, ἠπλωμένην νεκράν, ὃτε εἶδον ἐκπλαγεῖσαι Πανάχραντε, ἐκαλύπτοντο ταῖς πτέρυξιν αὐτῶν.

Ὕμνοις οὐρανίοις, ἐμελώδουν, Σεμνή, τὴν τριήμερον ταφήν Σου οἱ Ἄγγελοι καὶ τὴν δόξαν ἐμεγάλυνον τὴν Σήν.

Οὐρανὸς ὡς ἄλλος, ἀνεδείχθη, Ἁγνή, δεξαμένη τὸ Σὸν σκῆνος τὸ ἄχραντον ἡ ἁγία καὶ σεπτὴ Γεθσημανῆ.

Ὅπου γὰρ τὸ σκῆνος, τῆς Μητρὸς τοῦ Θεοῦ, κατοικεῖ ἐκεῖ χορεῖαι αὐλίζονται, οὐρανίων οὐσιῶν πανευλαβῶς.

Τὴν γὰρ Σὴν γαστέρα, ὁ Υἱός τοῦ Θεοῦ, πλατυτέραν οὐρανῶν ἀπειργάσατο καὶ τὴν μήτραν θρόνον θεῖον ἀληθῶς.

Τούς τοῦ Λόγου μύστας θάμβος εἶχεν, Ἁγνή, Σὲ νεκρὰν οὖσαν καὶ ἄφωνον βλέποντας, χρηματίσασαν Μητέρα τῆς Ζωῆς.

Τάφος μὲν καλύπτει, τὸ Σόν, σκῆνος, Ἁγνή, τὴν δὲ θείαν Σου ψυχὴν χειριζόμενος, ὁ Υἱός Σου ἀγκαλίζεται λαμπρῶς.

Βασιλὶς καὶ πόλου, καὶ τῆς γῆς ἀληθῶς, εἰ καὶ τάφῳ σμικροτάτῳ συγκέκλεισαι, ἐγνωρίσθῃς πάσῃ κτίσει Μαριάμ.

Νύμφην τοῦ Ὑψίστου, καὶ Μητέρα σαφῶς, Ἰησοῦ τοῦ Θεοῦ Λόγου γινώσκομεν, κἂν ἐν τάφῳ Σὲ ὁρῶμεν ὡς φθαρτήν.

Ἄνθος ἀφθαρσίας, καὶ Μητέρα Θεοῦ, οἴδαμέν Σε καὶ κηρύττομεν, Ἄχραντε, κἂν ἐν τάφῳ σὲ ὀρῶμεν ὡς θνητήν.

Κλεῖς τῆς βασιλείας, τοῦ Θεοῦ ἀληθῶς, ἐγνωρίσθῃς τοῖς πιστοῖς Ἀειπάρθενε, κἂν ὁ τάφος Σὲ καλύπτῃ ὡς νεκράν.

Πύλη σωτηρίας, ἐγεννήθῃς ἡμῖν, ἀρχηγὸς τὲ νοητῆς ἀναπλάσεως, κἂν ὑπείκῃς τῇ τῆς φύσεως φθορᾷ.

Στάμνον τήν τὸ μάννα, δεξαμένη τὸ πρίν, τὸ οὐράνιον ὁ τάφος Σὲ δέχεται, νῦν, Παρθένε, τὴν αἰτίαν τῆς ζωῆς.

Ῥάβδος ἡ τὸ ἄνθος, τὸ εὐῶδες Χριστόν, ἐξανθήσασα τῷ τάφῳ νῦν τέθαπται, ἵνα φύσῃ σωτηρίας τὸν καρπόν.

Παρὰ τὴν κοιλάδα, τοῦ κλαυθμῶνος τὸ Σόν, κατετέθη σκῆνος, Ἄχραντε, σύμβολον παρακλήσεως κλαιόντων τῆς ἔκ Σοῦ.

Ἔνθα γὰρ ἡ κρίσις, ζώντων τε καὶ νεκρῶν, τὸ Σὸν σκῆνος κατετέθη Πανάμωμε, ὡς δυσώπησις μεγίστη τοῦ Κριτοῦ.

Σὺ γὰρ μόνη πέλεις, ἐν θνητοῖς ἀληθῶς, Ἀναστάσεως τὸν τύπον ἐκλάμπουσα, Σὺ καὶ μόνη τῶν πταιόντων ἱλασμός.

Θρόνος τοῦ Ὑψίστου γενομένη Ἁγνή, ἀπὸ γῆς πρὸς οὐρανὸν μεταβέβηκας, μεταστᾶσα εἰς αἰώνιον ζωήν.

Ἤνικα ἐπέστη, Ἀποστὸλων πληθύς, τῇ κηδεύσει Σου βοῶντες ἐκόπτοντο τὴν Σὴν στέρησιν θρηνοῦντες γοερῶς.

Τὸν ἐχθρόν Σῷ τὸκῳ, θανατώσασα πρίν, ἀθανάτους εἰς σκηνὰς μεταβέβηκας, νεκρωθεῖσα νόμῳ φύσεως βροτῶν.

Ἔχαιρον χορείαι, οὐρανίων νοῶν, ἀπὸ γῆς Σε φερομένην δεχόμεναι, εἰς οὐράνια σκηνώματα Ἁγνή.

Ὡς ἔτεκες πάλαι, ὑπὲρ λόγον καὶ νοῦν, οὕτω καὶ μετέστης νῦν Ἄχραντε, παραδόξως ἀπὸ γῆς εἰς οὐρανούς.

Τέρπονται, Παρθένε, οὐρανὸς τε καὶ γῆ· διὰ γὰρ Σου τῆς ἑνώσεως ἔτυχον, ὑψωθείσης εἰς τὰ ἄνω θαυμαστῶς.

Περιβεβλημένη, νῦν παρέστῃς Θεῷ καὶ πεποικιλμένη ἐν χαρίσιν, ὡς βασίλισσα καὶ Μήτηρ τοῦ Θεοῦ.

Ἄγγελος Κυρίου, πρὸ τριῶν ἡμερῶν παραγίνεται πρὸς Σὲ τὴν Πανάμωμον, τὴν μετάστασιν γνωρίζων Σοι τὴν Σήν.

Προσκομίζει κλάδον, φοίνικος Σοι σεμνή, σύμβολον τῆς Σῆς ἀνυψώσεως, ὁ Ἀρχάγγελος πεμφθεὶς ἐξ οὐρανοῦ.

Ὤ χαρᾶς ἀπείρου, ἧς ἐπλήσθης Ἁγνή, τοῦ Ἀγγέλου Γαβριήλ Σοι μηνύσαντος, τὴν μετάστασιν τὴν Σὴν πρὸς οὐρανόν.

Κλίνουσι τοὺς κλάδους τὰ τοῦ ὄρους φυτά, καὶ προσνέμουσι τὸ σέβας Πανάχραντε, ὡς Δεσποίνῃ Σοι πληροῦντα τὴν τιμήν.

Ἅσωμάτων στίφη, οὐρανόθεν Σεμνή, τὴ Σιών πανευλαβῶς παραγίνεται, σὺν Δεσπότῃ τῷ οἰκείῳ ἐπὶ Σε.

Τῇ σεπτῇ ἐμψύχῳ, τοῦ Θεοῦ κιβωτῷ, τολμήσαντος προσψαῦσαι ἀπέκοψεν, ὁ Ἀρχάγγελος τάς χείρας τρομερῶς.

Δάκρυσι καὶ θρήνοις, γοεροῖς ἐπὶ Σοί πᾶσαι αἱ Σαί φίλαι ἐκόπτοντο, τὴν μετάστασιν μὴ φέρουσαι τὴν Σήν.

Ὡς ἐκεῖναι τὸτε, καὶ ἡμεῖς νῦν θερμῶς, ἰκετεύομεν τοὺς δούλους Σου Δέσποινα, μεταστᾶσα μή ἐᾲσης ὀρφανούς.

Νεῦσον οὐρανόθεν, καὶ ἡμῖν τοῖς ἐν γῇ, καὶ καταπέμψον τὸ ἄπειρον ἔλεος τοῖς τιμῶσί Σου τὴν κοίμησιν Ἁγνή.

Ὢ χαρίτων βρύσις, ὢ θαυμάτων πηγή, ὡς ἀμέτρητον τὸ ἔλεος ἔχουσα, μὴ ἐλλείπῃς κατοικτείρουσα ἡμᾶς.

Προφητῶν ἀπάντων, νῦν πληροῦνται ἐν Σοί, αἱ προῤῥήσεις Παναμώμητε Δέσποινα, μεταστάσῃ εἰς τὴν ἄληκτον ζωήν.

Νῦν παρέστης ὄντως, καθὼς ψάλλει Δαβίδ, ὁ προπάτωρ Σου Πανύμνητε Δέσποινα, ὡς βασίλισσα τῷ θρόνῳ τοῦ Θεοῦ.

Ἔδει γὰρ Σε ὄντως, ἀνελθεῖν εἰς μονάς, οὐρανίους καὶ σκηνώματα σύσσωμον, ὡς παστάδα Θεοῦ Λόγου καὶ σκηνήν.

Ὁ Θωμὰς ἐκλείπει, τῆς κηδείας τῆς Σῆς, κατὰ θείαν εὐδοκίαν Πανάχραντε, ὅπως γνῶμεν τὴν μετάστασιν τὴν Σήν.

Προσκυνῆσαι θέλων, καὶ αὐτὸς εὐλαβῶς, τὸ πανάχραντον καὶ ἅγιον σκῆνος Σου, εὗρε τούτου γὲ τὸν τάφον Σου κενόν.

Πιστοὶ πάντες δεῦτε, καὶ ἡμεῖς εὐλαβῶς, τῇ κηδεύσει τῆς Δεσποίνης συνδράμωμεν, ἀπαιρούσης ἀπὸ γῆς πρὸς οὐρανόν.

Ἐξοδίοις ὕμνοις, καὶ ἡμεῖς εἰς τὴν ταφήν, τῆς Πανάγνου εὐλαβῶς ἀνυμνήσωμεν, σὺν ἀνδράσι θεολήπτοις ψαλμικῶς.

Τράπεζα ἡ θεία, ἡ βαστάσασα πρίν, εὐθηνίας ἱλασμὸν νῦν μεθίστασαι, εἰς σκηνώματα τὰ θεῖα τῆς τρυφῆς.

Ἡ χρυσή λυχνία, ἡ το ἄχραντον φῶς, δεξαμένη νῦν εἰς ὕψος ἀνάγεται, εἰς σκηνὴν τὴν ἐνδοτέραν τοῦ Θεοῦ.

Κλῖμαξ ἡ ἁγία, ἣν προεῖδε σαφῶς, Ἰακὼβ δι᾿ ἧς κατέβη Ὕψιστος, ἀνυψοῦται ἀπὸ γῆς πρὸς οὐρανόν.

Γέφυρα ὑψοῦται, ἡ μετάγουσα πρίν, ἐκ θανάτου πρὸς ζωὴν τὴν ἀκήρατον, τοὺς θανόντας παραβάσει τοῦ Ἀδάμ.

Νῦν οὗν συγχορεύει, οὐρανοῖς τὰ ἐν γῇ καὶ ἀνθρώποις συναυλίζονται Ἄγγελοι, Σοῦ Παρθένε μεταστάσης πρὸς Θεόν.

Ἤλαμπας ἡ θεία, τοῦ ἀῤῥήτου φωτός, φρυκτωροῦσα οὐρανόθεν τοὺς δούλους Σου, μὴ ἐλλείπῃς Ἀγαθὴ τοὺς ἐπὶ γῆς.

Ὡς νεφέλη κούφη, ὑψουμένη, Ἁγνή, μεταρσίως πρὸς Θεὸν τῶν χαρίτων Σου, ἀεὶ ῥαῖνε τὰς ψεκάδας ἐφ᾿ ἡμᾶς.

Ἐν εὐδίῳ ὅρμῳ, τῆς ἀῤῥήτου χαρᾶς, νῦν ὁρμοῦσα ἐπικούρει Θεόνυμφε, καὶ ἡμῖν χειμαζομένοις ἐπὶ γῆς.

Ἐν σκηναῖς Ὑψίστου, κατοικοῦσα Ἁγνή, τὴν σκηνὴν ἐν ᾗ Θεὸς μεγαλύνεται, ἐν γῇ σκέπε λυτρουμένη πειρασμῶν.

Βασιλέων σκῆπτρα, ὀρθοδόξων Ἁγνή, καὶ λαοῦ Σου εὐσεβοῦς κέρας κράτυνον, ὡς δεσπόζουσα ἁπάντων τῶν κτιστῶν.

Ὥσπερ ἐπὶ πόλον, οὐρανοῦ Ἀγαθή, τὸν ἀσάλευτον ὁρῶσιν οἱ πλέοντες, οὕτω πάντες ἀτενίζομεν πρὸς Σε.

Ἱερέων πέλεις, καύχημα εὐλαβῶν, ἐκκλησίας τὸ ἀκραδάντον στήριγμα, καὶ ὁσίων ἀσκητῶν ἡ ἀρωγός.

Καὶ Θεοῦ Μητέρα, καὶ Παρθένον Ἁγνήν, οἱ ὀρθόδοξοι ἀεὶ Σε κηρύττομεν, καὶ δοξάζομεν τὸ κράτος Σου Σεμνή.

Ποταμοὺς χαρίτων, ἀναβρύει ἡμῖν, ὁ Σὸς τάφος καὶ πηγάζει ἰάματα, κἄν τοῦ σκήνους Σου ὁρᾶται νῦν κενός.

Ἐπί Σὲ θαῤῥοῦμεν, οἱ πιστοὶ ἀσφαλῶς, ὡς πρεσβείαν πρὸς τὸν Κύριον ἔχοντες, ἀπροσμάχητον καὶ σκέπην κραταιάν.

Κοινωνοὺς γενέσθαι, καὶ ἡμᾶς Ἀγαθή, βασιλείας τοῦ Υἱοῦ Σου ἀξίωσον, μεσιτεύουσα ἀλήκτως πρὸς αὐτόν.

Εἰ γὰρ παραβάται, τῶν αὐτοῦ ἐντολῶν, καθ᾿ ἑκάστην ἀνοήτως γινόμεθα, ἀλλ᾿ οὐδέποτε ἀρνούμεθα αὐτόν.

Ἀγαθὴ γὰρ ὄντως Μήτηρ οὖσα Υἱοῦ, ἀγαθοῦ καὶ φιλανθρώπου ἀγάθυνον, ὡς φιλάγαθος Παρθένε καὶ ἡμᾶς.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Ἀνυμνοῦμεν Λόγε Σὲ τὸν πάντων τὸν Θεόν, σὺν Πατρὶ καὶ τῷ Ἁγίῳ Σου Πνεύματι καὶ δοξάζομεν οἱ πάντες εὐσεβῶς.

Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μακαρίζομεν Σέ, Θεοτὸκε, Ἁγνή, καὶ τιμῶμεν τὴν ἁγίαν Σου κοίμησιν, καὶ τὴν ὕψωσιν ἐκ γῆς πρὸς οὐρανόν.

Ἡ Ἁγνὴ ἐν τάφῳ, κατετέθης βαβαί, ἡ Θεὸν ἐν τῇ γαστρί Σου χωρήσασα καὶ κυήσασα ἀφράστως ἐπὶ γῆς.


Στάσις Δευτέρα

Ἄξιόν ἐστι,μεγαλύνειν Σὲ τὴν Θεοδόχον, τὴν τῶν ἀρετῶν ταμεῖον ὑπάρξασαν, καὶ χαρίτων ἁπασῶν τῶν τοῦ Θεοῦ.

Οἴκος τοῦ Θεοῦ, χρηματίσασα ἡ Θεοτὸκος, τοῦ παντὸς τὸν συνοχέα χωρήσασα, νῦν μεθίσταται οἴκειν τοὺς οὐρανούς.

Ἤρθης ἀφ᾿ ἡμῶν, ἡ πανσέβαστος Παρθενομήτωρ, ἀλλά Σοῦ ἡ εὐλογία μεμένηκε, καὶ ἡ χάρις ἐφ᾿ ἡμᾶς τοὺς εὐσεβεῖς.

Κλῖμαξ ἀληθῶς, ὁ Σὸς τάφος γέγονὲ Σοι, κόρη δι᾿ ἧς ἀπὸ γῆς μεταβέβηκας, εἰς τὴν ἄληκτον ζωὴν καὶ χαρμονήν.

Θαῦμα ἀληθῶς, πῶς ἡ ἄναδρος θηλάζεις βρέφος, πῶς καὶ νεκροφόρος καθίστασαι, ἡ Μητρόθεος ἐκτὸς διαφθορᾶς.

Ἤρω, Μαριάμ, κατὰ φύσεως βροτείας νίκην, τὸν Χριστὸν ἀσπόρως κυήσασα, ἀλλὰ θνήσκεις νόμῳ φύσεως βροτῶν.

Κλῖμαξ πρὸς Θεόν, ὁ Σὸς Τάφος, Παναγία πέλει, ἄγουσα τοὺς πίστει ὑμνοῦντας Σε, καὶ τιμῶντας Σου τὴν κοίμησιν σεπτῶς.

Οὕτως ὁ αἰθήρ, ἠγιάσθη Σῇ ἀνόδῳ, Κόρη, ὥσπερ ἐφωτίσθη τὸ πρότερον, ἡ γῆ πᾶσα ἐν τῷ τὸκῳ Σου Ἁγνή.

Ὕμνους καὶ ᾠδάς, ἐξοδίους ὥσπερ μύρα, Κόρη, ἐπικήδειά Σοι προσφέροντες, ἐξαιτούμεθα πταισμάτων ἱλασμόν.

Οἶκος ὁ παρών, ἡ σεπτὴ ἐν ᾧ σορός Σου κεῖται, καὶ ψυχῆς καὶ σώματος, Ἄχραντε, ἰατρεῖον ἀσφαλὲς ἡμῖν ἐστι.

Ἔνθα οἱ χοροί, Ἀποστόλων τὲ καὶ τῶν Ἀγγέλων, ἵσταντο κυκλοῦντες ἐν ᾄσμασι, παριστάμεθα, Παρθένε καὶ ἡμεῖς.

Ἄγομεν εἰς νοῦν, τὴν παράταξιν ἐκείνην τότε, ἣν τῶν Ἀποστόλων ὁ θίασος, καὶ Ἀγγέλων ἐπετέλει Σοι λαμπρῶς.

Φόβῳ καὶ χαρᾲ καὶ ἡμεῖς ὥσπερ ἐκεῖνοι τὸτε, πάρεσμεν τῷ τάφῳ Σου, Ἄχραντε ἐκπληττόμενοι τὴν κοίμησιν τὴν Σήν.

Γόνιμος ὡς γῆ, ἀεὶ δείκνυται Παρθενομῆτορ, πᾶσι τοῖς θερίζειν ἐθελοῦσι, σωτηρίαν ἡ σεπτὴ Γεθσημανῆ.

Κάτω μὲν ὁ Σός, τοῦ Υἱοῦ Σου δὲ ὁ Τάφος ἄνω, τῶν πιστῶν Ἁγνή, τὸν νοῦν αἴρουσι, καὶ ἀνάγουσιν ἐκ γῆς εἰς οὐρανόν.

Ὄρος Ἐλαιῶν, ὥσπερ βάθρον, ἔχει Σου τὸν Τάφον, ὡς στεφάνην δ᾿ ἄνωθεν ἔστεπται, ἴχνος, Πάναγνε ποδὸς τοῦ Σοῦ Υἱοῦ.

Δῆλον οὖν ἡμῖν, ὦ Παρθένε, μη ἰσχύειν δίχα, Σοῦ τῆς μεσίτριας ὀρθοβατεῖν τοῖς πανσέπτοις ἴχνοις τοῦ Χριστοῦ.

Τόμος Σὺ καινός, ἐν ᾧ γέγραπται ὁ θεῖος λόγος· βίβλῳ τῆς ζωῆς τοὺς ὑμνοῦντας Σε, ἐγγραφῆναι καθικέτευε Ἁγνή.

Ῥήτορες δεινοί, οὐδὲ Ἄγγελοι, Παρθενομῆτορ, σθενοῦσιν ἀξίως ὑμνῆσαι Σε, τὴν ὑπέρτιμον Μητέρα τοῦ Θεοῦ.

Γῆς ὁ κατ᾿ ἀρχάς, μόνῳ νεύματι πήξας τὸν γύρον, ἐν γαστρί Σου βρέφος ἐχώρησε, καὶ ἐποίησε Σεἄλλον οὐρανόν.

Ὅλον τὸν Ἀδάμ, προσλαμβάνει ἐκ γαστρός Σου, θέλων, ἐκτεμεῖν ῥιζόθεν παρακοήν, ὁ Υἱός Σου, τὴν φυεῖσαν ἐν ἡμῖν.

Νόμου ἡ σκιά, ἐπεπαύθη, ὦ Παρθενομῆτορ, νόμου τὸν δοτῆρα τεκούσης Σου τὸν φωτίζοντα ἡμᾶς τοὺς εὐσεβεῖς.

Νόμοι ἐπὶ Σε, οἱ τῆς φύσεως, Ἁγνή Παρθένε, σφόδρα παραδόξως καινίζονται, ὡς κυήσασαν Θεὸν Ἐμμανουήλ.

Ἄμπελος ἡμῖν, Ζωηφόρος ἀνεδείχθη μόνη, φύσασα τὸν βότρυν τὸν πέπειρον, τὸν εὐφραίνοντα ἡμᾶς τοὺς εὐσεβεῖς.

Βάτον ἐν Σινᾷ, ἀκατάφλεκτον εἶδέ Σε πάλαι, Μωϋσῆς γαστρί Σου τὸ θεῖον πῦρ, ὡς χωρήσασα ἀφλέκτως Μαριάμ.

Ὄρος Δανιήλ, ἀλατὸμητον εἶδε Σε Κόρη, ἐξ οὗ ἀχειροτμήτως ὁ ἄτμητος, Χριστὸς τέτμηται, ἡ πέτρα τῆς ζωῆς.

Πύλη νοητή, τῆς ἐν γῇ φανερωθείσης Κόρη ἐκ τοῦ ὕψους θείας ἀνατολῆς, ἀνεδείχθης, Θεονύμφευτε, πιστοῖς.

Φῶς τὸ ἐκ φωτός, τοῖς ἐν σκότει καὶ σκιᾷ, Παρθένε, τέτοκας τὰ πέρατα φαίνουσα πλανωμένοις γενομένη ὁδηγός.

Ἔστησας ὁρμήν, τοῦ θανάτου καὶ φθορᾶς, Παρθένε, τὸν Θεὸν ἀσπόρως κυήσασα, τὸν ἀθάνατον δοτῆρα τῆς ζωῆς.

Σῶμα καὶ ψυχήν, ὑπερένδοξε Ἁγνὴ Παρθένε, ἄσπιλα Θεῷ διετήρησας· δι᾿ ὅ κάλλους Σου ἠράσθη ὁ Χριστὸς.

Στύλος φωταυγής, καὶ νεφέλη δροσοφόρος, Κόρη, γέγονας δροσίζουσα τὸν φλογμόν, καὶ φωτίζουσα τὸν ζοφόν τῶν παθῶν.

Ἄρουραν, Ἁγνή, εὐθηνοῦσαν οἴδαμεν Σε πάντες, εὐφορίαν οἰκτιρμῶν ἐκβλαστάνουσαν, καὶ χαρίτων τοῖς προστρέχουσιν εἰς Σέ.

Στάχυν ἀληθῶς Σὺ ἐβλάστησας τὸν Θεῖον Λόγον, οὖσα ὄντως χώρα ἀνήροτος, τὸν τροφέα τῶν ψυχῶν ἡμῶν, Ἁγνή.

Ὄρθρος φαεινός, ἐχρημάτισας, Παρθένε, πᾶσι, φέρουσα ὡς ἥλιον τὸν Χριστὸν, τὸν ἀγνοίας σκότος λύσαντα ἡμῖν.

Χαῖρε Μαριάμ, δι᾿ ἧς ἔλαμψε χαρὰ τῷ κόσμῳ καὶ ἀρὰ ἡ καθ᾿ ἡμῶν ἐξωστράκισται, τὸν Σωτῆρα κυησάσης ἐπὶ γῆς.

Θαῦμα ἀληθῶς, πολυθρύλητον ἀγγέλων πέλεις, καὶ τραυματισμὸς πολυθρήνητος, τῶν δαιμόνων, ὦ Μητρόθεε Ἁγνή.

Δένδρον ἀληθῶς, ἀγλαόκαρπον, Κόρη, ἐγένου ἐξ οὗ πάντες τρέφονται οἱ πιστοί, τὸν οὐράνιον δρεπόμενοι καρπόν.

Ὕψος λογισμοῖς, δυσανάβατον τοῖς ἀνθρωπίνοις, βάθος Κόρη δὲ δυσθεώρητον, τοῖς Ἀγγέλων χρηματίζεις ὀφθαλμοῖς.

Μόνη ἐκλεκτή, ἐχρημάτισας Θεῷ, Παρθένε· τοιγαροῦν Σοὶ μόνῃ ἐποίησε μεγαλεῖα, ὥσπερ ἔφης ὁ Θεός.

Ὅλη εἶ καλή, καὶ οὐκ ἔστι Σοι, Παρθένε, μῶμος, κράζει ὁ Νυμφίος ὀπίσω Σου, εὐπρεπείας τοῦ Σοῦ κάλλους ἐρασθείς.

Δύναμιν πολλαί, θυγατέρες τῷ Θεῷ, Παρθένε, ἐποιήσαντο Σὺ πάσας δὲ ἀληθῶς, ὑπερῇρας καὶ ὑπέρκεισαι πασῶν.

Ἄδομεν Σοι οὖν, μελῳδήματα καρπὸν χειλέων, καὶ ὑμνολογοῦμεν τὴν δόξαν Σου, μεγαλύνοντες τὸν τὸκον Σου, Ἁγνή.

Ῥεῖθρα τῆς ζωῆς, τὴν προέχουσαν Θεοῦ σοφίαν, ἐν γαστρί Σου σχοῦσα, Πανάμωμε, ζωτικοὺς καὶ ἡμῖν πήγασον κρουνούς.

Μέτοχοι ζωῆς, τῆς ἀφθάρτου τε καὶ ἀϊδίου, τῷ Σῷ τὸκῳ πάντες γεγόναμεν· δι᾿ ὅ ᾄδομεν τὸ χαῖρε Σοι Σεμνή.

Ὥσπερ οὗν ἡμεῖς, τῆς καρδίας κλίνομὲν Σοι γόνυ, οὕτω καὶ αὐτὴ πρὸς ἡμᾶς τὸ οὗς, κλῖνον, Δέσποινα, τοὺς Σοὺς θεραπευτάς.

Ὥσπερ οἱ νεκροί, διὰ Σοῦ ζωοποιοῦνται, Κόρη, οὕτω καὶ ἡμᾶς ζωοποίησον, νεκρωθέντας πλημμελήμασι πολλοῖς.

Γνώμην καὶ βουλήν, προσδοκίαν τὲ καὶ σῶμα, Κόρη, ἅμα τῇ ψυχῇ καὶ τῷ Πνεύματι, ἀνατίθεμεν πρὸς Σὲ ὁλοσχερῶς.

Ὡς γὰρ προσφυγῇ ἐπὶ Σοί θαῤῥοῦντες μόνῃ, Κόρῃ, μὴ χρηστῆς ἐλπίδος ἐκπέσοιμεν, ἀλλὰ τύχοιμεν τῆς Σῆς ἐπαρωγῆς.

Ῥάβδον ἀγαθήν, τῆς δυνάμεως, ἁγία Κόρη, ἅπασιν ἡμῖν ἑξαπόστειλον, τοῖς προσφεύγουσι τῇ σκέπῃ Σου θερμῶς.

Ἄλλην γὰρ ἡμεῖς, οὐ γιγνώσκομεν, Ἁγνή, προστάτιν, πλήν Σου τῆς τεκούσης τὸν Πλαστουργόν, πρὸς ὅν πρέσβυν Σέ προβάλλομεν θερμόν.

Πλούτισον ἡμᾶς ταῖς ἰδέαις τῶν καλῶν, Παρθένε, τοὺς ἀφρόνως ἤδη πτωχεύσαντας, παραβάσεσι τῶν θείων ἐντολῶν.

Εἴσαγε ἡμᾶς, εἰς ὁδοὺς τῆς μετανοίας, Κόρη, ὀφθαλμοὺς νοὸς καταυγάζουσα, Σαῖς πρεσβείαις, Μαριάμ, φωτιστικαῖς.

Ἄνασσα παντός, τοῖς σοῖς δούλοις ἰλέωσαι πᾶσι, ταῖς Σαῖς μεσιτείαις τὸν Κύριον, ὅταν μέλῃ κρῖναι πάντας τοὺς βροτούς.

Ἴθυνον ἡμᾶς, πρὸς λιμένας σωτηρίους, Κόρη, τοὺς χειμαζομένους ἐν κλύδωνι, ψυχοφθόρων παραπτώσεων δεινῷ.

Ὄμβρῳ οἰκτιρμῶν, τῶν Σῶν, ἄνανδρε, Θεοκυῆτορ, τῆς ψυχῆς ἡμῶν τὴν αὔλακα πότισον, χέρσωθεῖσαν ταῖς ἀκάνθαις τῶν παθῶν.

Ἄνοιξον ἡμῖν τοῦ ἐλέους Σου τὴν θύραν, Κόρη, νῦν προσκαλουμένοις Σὸν ὄνομα, ὡς ἀνθρώπων ταχυνή καταφυγή.

Δέξαι τὸν καιρόν, τῆς νηστείας τῇ ταφῇ Σου, Κόρη, ἀντὶ σμύρνης, ἣν προσηγάγομεν, καὶ δὸς νέκρωσιν ἡμῖν τὴν τῶν παθῶν.

Δέξαι καὶ ᾠδάς, ἃς προσάγομεν Σοι, Παναγία, ὡς εὐώδη μύρα, τῷ τάφῳ Σου, παριστάμενοι νυνὶ δουλοπρεπῶς.

Οἴδαμεν, Ἁγνή, ὡς οὐδὲν Σοι ἄξιον τελοῦμεν, ὧν ἡμῖν παρέχεις Σὺ δωρεῶν, ἴσας ψάμμῳ κἂν προσάγωμεν ᾠδάς.

Ἅπας γάρ, Ἁγνὴ ὕμνος καὶ ᾠδή ἡττῶνται, τῶν ἀπειραρίθμων χαρίτων Σου, καὶ τῶν δώρων, ὧν καρπούμεθα ἡμεῖς.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Δόξα τῷ Πατρί, σὺν Υἱῷ τὲ καὶ τῷ Παναγίῳ Πνεύματι, προσάγομεν εὐσεβῶς τῇ Τριάδι τῇ Ἁγίᾳ καὶ Σεπτῇ.

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἄξιόν ἐστι,μεγαλύνειν Σὲ τὴν Θεοδόχον, τὴν τῶν ἀρετῶν ταμεῖον ὑπάρξασαν, καὶ χαρίτων ἁπασῶν τῶν τοῦ Θεοῦ.


Στάσις Τρίτη

Αἱ γενεαὶ πᾶσαι, ὕμνον τῇ ταφῆ Σου, προσάγουσι, Παρθένε.

Νέκρωσιν ὑπέστης, κηύσασα, Παρθένε, τὸν νεκρωτὴν τοῦ Ἅδου.

Θανοῦσα, ἀθανάτους, μετέβης πρὸς σκηνώσεις, ἐχθρὸν ἡ θανατοῦσα.

Σκιρτῶσιν αἱ καρδίαι, τῶν εὐσεβούντων πάντων, ἐπὶ τῇ Σῇ κηδεύσει.

Ἡ γῆ πανηγυρίζει, ὁ οὐρανὸς χορεύει, Σου ἄνω αἰρομένης.

Ἐπεῖγῃ ὦ Παρθένε, ἀπαίρειν εἰς τὰ ἄνω, ὑπὲρ τῶν κάτω οὖσα.

Ἵνα τὸ κάλλος βλέπῃς, τοῦ Σοῦ Υἱοῦ, Παρθένε, πρὸς οὐρανοὺς μετέστης.

Ἐζώωσας, Παρθένε, τὰ πέρατα τοῦ κόσμου, τῇ Σῇ σεπτῇ κοιμήσει.

Ὁ τάφος Σου κηρύττει, Παρθένε, τὴν ταφήν Σου, καὶ τὴν μετάστασίν Σου.

Σὲ καθορᾶν δοκοῦμεν, ἁγία Θεοτὸκε, σῶμα τὸ Σὸν ὁρῶντες.

Ἐν οὐρανῶ ἐστάναι, νομίζομεν Παρθένε, ἐστῶτες τῷ ναῷ Σου.

Ἱκέτευε τὸν κτίστην, σὺν τοῖς ἁγίοις πᾶσι, καὶ τοῖς γεννήτορσί Σου.

Ὅπως καταξιώσῃ, χαρᾶς ἀνεκλαλήτου τοὺς ὀρθοδόξους πάντας.

Πάντες οἱ λαοὶ Σε, Δέσποιναν, Παρθένε, καλοῦσι προσκυνοῦντες.

Καὶ ὄντως, ὦ Παρθένε, αἱ γενεαὶ πᾶσαι, μακαρίζουσί Σε.

Τῶν χριστοκτὸνων μόνον, τὸ γένος, Θεοτόκε, τὰ νῶτα Σοι ἐκστρέφει.

Φυλαὶ λοιπαὶ καὶ γλῶσσαι, τὸν τάφον Σου κυκλοῦσι, Σὲ ἀνυμνολογοῦσαι.

Πάντες ἐξαιτοῦνται, τὴν σκέπην Σου, Παρθένε, καὶ τὴν ἀντίληψίν Σου.

Οὐ γὰρ κατησχυμένος ἀπέρχεταί Σου, Κόρη, πᾶς ὃς Σοι προστρέχει.

Ἀγαθοῖς καὶ φαύλοις, παρέχεις τὰς αἰτήσεις, μιμήσει τοῦ Υἱοῦ Σου.

Πάντες γὰρ ἐθέλεις, σωθῆναι μετάσχοντας τῆς Σῆς μεγαλωσύνης.

Οἴδαμὲν Σε, Κόρη, φιλάνθρωπον οἱ πάντες, οἵα Θεοῦ Μητέρα.

Τίς ἐξειπεῖν ἰσχύει, Παρθενομῆτορ μόνη, τὰς θείας ἀρετάς Σου.

Τίς δ᾿ ἐπαριθμήσει, τὰς Σὰς εὐεργεσίας, ἃς πᾶσιν ἐπινέμεις.

Ὅσα γὰρ θέλεις πράττεις, τὰ πάντα δυναμένη, ὡς Μήτηρ τοῦ Ὑψίστου.

Ζῶσι καὶ τεθνεῶσι, πρόστηθι οὖν Κόρη, ἡμῖν τοῖς Σὲ ὑμνοῦσιν.

Ἀπάλλαξον Παρθένε ἡμᾶς αἰωνίου, πυρὸς καὶ τῆς γεέννης.

Μόνη Σὺ προστάτις, πενήτων ὀρφανῶν τέ, καὶ τῶν χηρῶν ὑπάρχεις.

Σὺ γὰρ Μαρία πέλεις, ὁ γλυκασμὸς Ἀγγέλων, χαρὰ τῶν θλιβομένων.

Χριστιανῶν Σε σκέπην, μάλιστα καὶ Μητέρα, κηρύττομεν οἱ πάντες.

Εἰς βάθη τῆς κακίας, πεσόντας, Θεοτόκε, ἔγειρον Σαῖς πρεσβείαις.

Εὐόδωσον, Παρθένε, πρὸς τρίβους τοῦ Κυρίου, τοὺς Σὲ εὐλαβουμένους.

Κακοῖς κεκρατημένους, Παρθένε, μὴ παρίδῃς, εἰς τέλος ἀπολέσθαι.

Ἐν γνώσει καὶ ἁγνοίᾳ, πταίομεν καθ᾿ ἑκάστην, Σοὶ τὲ καὶ τῷ Υἱῷ Σου.

Ἀλλὰ μὴ ἀποῤῥίψῃς ἀπὸ τοῦ Σοῦ προσώπου, ἡμᾶς, Παρθενομῆτορ.

Δυσώπει τὸν Υἱόν Σου, οἰκτεῖραι ἡμᾶς πάντας, ἐν τῇ μελλούσῃ κρίσει.

Οἴδαμεν, ὡς ἰσχύει, ἡ Σὴ πρεσβεία, Κόρη, πρὸς τὸν ἐκ Σοῦ τεχθέντα.

Εὐμενῆ πολλάκις, αὐτὸν ἀγανακτοῦντα εἰργάσω ἡμῖν μόνη.

Ταῖς Σαῖς πρεσβείας κλίνει, τιμῶν Σε ὡς Μητέρα, ἀξίαν πάσης δόξης.

Σὲ καὶ ἡμεῖς ἀξίως, ἐκ πόθου προσκυνοῦμεν, καὶ ἀνυμνολογοῦμεν.

Διὰ Σου καὶ γὰρ, Κόρη, ἀνεπλάσε τὸ γένος, ἡμῶν ὁ Θεὸς Λόγος.

Διὰ Σου καὶ σώζει, τοὺς Σοὶ προσπεφευγότας, πανύμνητε Μαρία.

Ὄργανον γὰρ πέλεις, βροτῶν τῆς σωτηρίας, Θεῷ ἐκλελεγμένον.

Ἀγάθυνον οὖν πάντας, ὡς οἶδας, τοὺς Σοὺς δούλους, Παρθένε, Θεοτὸκε.

Ἔῤῥαναν τὸν Τάφον, μύροις τὸν Σὸν σκῆνος, κηδεύσαντες Παρθένε.

Ἔῤῥαναν τὸν Τάφον, οἱ κηδεύσαντές Σε, ἄνθεσι καὶ μύροις.

Ἔῤῥαναν τὸν Τάφον, μύροις Θεοτὸκε οἱ κηδεύσαντές Σε.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Ὦ Τριὰς Ἁγία, Πατὴρ Υἱὸς καὶ Πνεῦμα, τοὺς λατρευτάς Σου σῶσον.

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὦ Παναγία Μῆτερ, σκέπε καὶ φρούρει πάντας, τοὺς ἐπὶ Σὲ θαῤῥοῦντας.

Αἱ γενεαὶ πᾶσαι, ὕμνον τῇ ταφῆ Σου, προσάγουσι, Παρθένε.


π. Βαρνάβας Βασιλείου, Τα εγκώμια της Μεγάλης Παρασκευής (Επιταφίου Θρήνου) και της Κοιμήσεως της Θεοτόκου, Χαλκίδα

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου